Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 14.29 Dem. 14.32 (English) >>Dem. 14.36

14.31καὶ μὴν οὐδʼ τινες δεδίασι, μὴ ξενικὸν πολὺ συστήσηται χρήματʼ ἔχων, ἀληθὲς εἶναί μοι δοκεῖ. ἐγὼ γὰρ ἡγοῦμαι ἐπὶ μὲν Αἴγυπτον καὶ Ὀρόνταν καί τινας τῶν ἄλλων βαρβάρων πολλοὺς ἂν ἐθελῆσαι τῶν Ἑλλήνων μισθοφορεῖν παρʼ ἐκείνῳ, οὐχ ἵνʼ ἐκεῖνος ἕλῃ τινὰ τούτων, ἀλλʼ ἵνʼ εὐπορίαν τινʼ ἕκαστος ἑαυτῷ κτησάμενος ἀπαλλαγῇ τῆς ὑπαρχούσης πενίας· ἐπὶ δὲ τὴν Ἑλλάδα Ἕλληνʼ οὐδένʼ ἂν ἐλθεῖν ἡγοῦμαι. ποῖ γὰρ αὐτὸς τρέψεται μετὰ ταῦτα; 14.32εἰς Φρυγίαν ἐλθὼν δουλεύσει; οὐ γὰρ ὑπὲρ ἄλλου τινός ἐστιν πρὸς τὸν βάρβαρον πόλεμος περὶ χώρας καὶ βίου καὶ ἐθῶν καὶ ἐλευθερίας καὶ πάντων τῶν τοιούτων. τίς οὖν οὕτως δυστυχής ἐστιν ὅστις ἑαυτόν, γονέας, τάφους, πατρίδα εἵνεκα κέρδους βραχέος προέσθαι βουλήσεται; ἐγὼ μὲν οὐδένʼ ἡγοῦμαι. οὐ μὴν οὐδʼ ἐκείνῳ συμφέρει ξένοις κρατῆσαι τῶν Ἑλλήνων· οἱ γὰρ ἡμῶν κρατήσαντες ἐκείνου γε πάλαι κρείττους ὑπάρχουσιν· βούλεται δʼ ἐκεῖνος οὐκ ἀνελὼν ἡμᾶς ἐπʼ ἄλλοις εἶναι, ἀλλὰ μάλιστα μὲν πάντων, εἰ δὲ μή, τῶν γʼ ὑπαρχόντων δούλων ἑαυτῷ νῦν ἄρχειν.

14.33εἰ τοίνυν τις οἴεται Θηβαίους ἔσεσθαι μετʼ ἐκείνου, ἔστι μὲν χαλεπὸς πρὸς ὑμᾶς περὶ τούτων λόγος· διὰ γὰρ τὸ μισεῖν αὐτοὺς οὐδʼ ἂν ἀληθὲς οὐδὲν ἡδέως ἀγαθὸν περὶ αὐτῶν ἀκούσαιτε· οὐ μὴν ἀλλὰ δεῖ τοὺς περὶ πραγμάτων μεγάλων σκοποῦντας μηδένα συμφέροντα λογισμὸν παραλιπεῖν διὰ μηδεμίαν πρόφασιν. ἐγὼ τοίνυν οἶμαι τοσοῦτʼ ἀπέχειν Θηβαίους τοῦ μετʼ ἐκείνου ποτʼ ἂν ἐλθεῖν ἐπὶ τοὺς Ἕλληνας, ὥστε πολλῶν ἂν χρημάτων, εἰ ἔχοιεν δοῦναι,



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 14.29 Dem. 14.32 (English) >>Dem. 14.36

Powered by PhiloLogic